Image
Image
Image
Image
Ραδιόφωνο
Image
Image
Image
Image
Image
Image
Image

ΤΗΝ ΠΕΜΠΤΗ ΤΗΣ Ε' ΕΒΔΟΜΑΔΟΣ

ΨΑΛΛΟΜΕΝ ΤΗΝ ΚΑΤΑΝΥΚΤΙΚΗΝ ΑΚΟΛΟΥΘΙΑΝ

ΤΟΥ ΜΕΓΑΛΟΥ ΚΑΝΟΝΟΣ

Ψάλλεται μετά τοῦ στίχου: Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.

 

ΚΑΝΩΝ Ο ΜΕΓΑΣ

ΠΟΙΗΜΑ ΤΟΥ ΑΓΙΟΥ ΑΝΔΡΕΟΥ ΚΡΗΤΗΣ.

 

Ὠδὴ α´.  Ἦχος πλ. β'. Ὁ Εἱρμὸς.

«Βοηθὸς καὶ σκεπαστής, ἐγένετό μοι εἰς σωτηρίαν, οὗτός μου Θεός,

καὶ δοξάσω αὐτόν, Θεὸς τοῦ Πατρός μου, καὶ ὑψώσω αὐτόν,

ἐνδόξως γὰρ δεδόξασται». (Δίς)

 

Πόθεν ἄρξομαι θρηνεῖν, τὰς τοῦ ἀθλίου μου βίου πράξεις;

ποίαν ἀπαρχήν, ἐπιθήσω Χριστέ, τῇ νῦν θρηνωδίᾳ;

ἀλλ᾽ ὡς εὔσπλαγχνός μοι δός, παραπτωμάτων ἄφεσιν.

 

Δεῦρο τάλαινα ψυχή, σὺν τῇ σαρκί σου τῷ πάντων Κτίστῃ,

ἐξομολογοῦ καὶ ἀπόσχου λοιπόν, τῆς πρὶν ἀλογίας,

καὶ προσάγαγε Θεῷ, ἐν μετανοίᾳ δάκρυα.

 

Τὸν πρωτόπλαστον Ἀδάμ, τῇ παραβάσει παραζηλώσας,

ἔγνων ἐμαυτόν, γυμνωθέντα Θεοῦ, καὶ τῆς ἀϊδίου,

Βασιλείας καὶ τρυφῆς, διὰ τὰς ἁμαρτίας μου. 

Οἴμοι τάλαινα ψυχή! τὶ ὡμοιώθης τῇ πρώτῃ Εὔᾳ;

εἶδες γὰρ κακῶς, καὶ ἐτρώθης πικρῶς, καὶ ἥψω τοῦ ξύλου,

καὶ ἐγεύσω προπετῶς, τῆς παραλόγου βρώσεως.

 

Ἀντὶ Εὔας αἰσθητῆς, ἡ νοητὴ μοὶ κατέστη Εὔα,

ὁ ἐν τῇ σαρκί, ἐμπαθὴς λογισμός, δεικνὺς τὰ ἡδέα,

καὶ χορτάζων με ἀεί, τῆς ἰοβόλου βρώσεως.

 

Ἐπαξίως τῆς Ἐδέμ, προεξεῤῥίφη ὡς μὴ φυλάξας,

μίαν σου Σωτήρ, ἐντολὴν ὁ Ἀδάμ, ἐγὼ δὲ τὶ πάθω,

ἀθετῶν διαπαντὸς τὰ ζωηρά σου λόγια;

 

Τὴν τοῦ Κάϊν ὑπελθῶν, μιαιφονίαν τῇ προαιρέσει,

γέγονα φονεύς, συνειδότι ψυχῆς, ζωώσας τὴν σάρκα,

καὶ στρατεύσας κατ' αὐτῆς, ταις πονηραῖς μου πράξεσι.

 

Τήν τοῦ Ἄβελ Ἰησοῦ, οὐχ ὡμοιώθην δικαιοσύνη,

δῶρά σοὶ δεκτά, οὐ προσῆξα ποτέ, οὐ πράξεις ἐνθέους,

οὐ θυσίαν καθαράν, οὐ βίον ἀνεπίληπτον.

 

Ὡς ὁ Κάϊν καὶ ἡμεῖς, ψυχὴ ἀθλία τῷ πάντων Κτίστῃ,

πράξεις ῥυπαράς, καὶ θυσίαν ψεκτήν, καὶ ἄχρηστον βίον,

προσηγάγομεν ὁμοῦ, διὸ καὶ κατεκρίθημεν.

 

Τὸν πηλὸν ὁ κεραμεύς, ζωοπλαστήσας ἐνέθηκάς μοι,

σάρκα καὶ ὀστᾶ, καὶ πνοὴν καὶ ζωήν.

Ἀλλ᾽ ὦ Ποιητά μου, Λυτρωτά μου καὶ Κριτὰ μετανοοῦντα δέξαι με.

Ἐξαγγέλλω σοὶ Σωτήρ, τὰς ἁμαρτίας ἃς εἰργασάμην,

καὶ τὰς τῆς ψυχῆς, καὶ σαρκός μου πληγάς, ἃς μοὶ ἔνδον ἐχθροί,

μιαιφόνοις λογισμοῖς, λῃστρικῶς ἐναπέθηκαν.

 

Εἰ καὶ ἥμαρτον Σωτήρ, ἀλλ᾽ οἶδα ὅτι φιλάνθρωπος εἶ,

πλήττεις συμπαθῶς, καὶ σπλαγχνίζῃ θερμῶς, δακρύοντα βλέπεις,

καὶ προστρέχεις ὡς Πατήρ, ἀνακαλῶν τόν Ἄσωτον.

 

Ἐῤῥιμμένον μὲ Σωτήρ, πρὸ τῶν θυρῶν σου κἄν ἐν τῷ γήρει,

μὴ μὲ ἀποῤῥίψῃς εἰς Ἅδου κενόν, ἀλλὰ πρὸ τοῦ τέλους,

ὡς φιλάνθρωπός μοι δός, παραπτωμάτων ἄφεσιν.

Τὴν οὐσίαν μου Σωτήρ, καταναλώσας ἐν ἀσωτίᾳ, ἔρημός εἰμι,

ἀρετῶν εὐσεβῶν, λιμώττων δὲ κράζω.

Ὁ Πατὴρ τῶν οἰκτιρμῶν, προφθάσας σὺ με οἴκτειρον.

Ὁ λησταῖς περιπεσῶν, ἐγὼ ὑπάρχων τοῖς λογισμοῖς μου,

ὅλως ὑπ᾽ αὐτῶν τετραυμάτισμαι νῦν, ἐπλήσθην μωλώπων,

ἀλλ᾽ αὐτὸς μοὶ ἐπιστάς, Χριστὲ Σωτὴρ ἰάτρευσον.

Ἱερεύς με προϊδῶν, ἀντιπαρῆλθε, καὶ ὁ Λευϊτης,

βλέπων ἐν δεινοῖς, ὑπερεῖδε γυμνόν, ἀλλ᾽ ὁ ἐκ Μαρίας,

ἀνατείλας Ἰησοῦς, σὺ ἐπιστὰς μὲ οἴκτειρον.

Ὁ Ἀμνὸς ὁ τοῦ Θεοῦ, ὁ αἴρων πάντων τὰς ἁμαρτίας,

ἆρον τὸν κλοιὸν ἀπ' ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας,

καὶ ὡς εὔσπλαγχνός μοὶ δός, δάκρυα κατανύξεως. 

Μετανοίας ὁ καιρός, προσέρχομαί σοὶ τῷ Πλαστουργῷ μου,

Ἆρον τὸν κλοιὸν ἀπ᾽ ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας,

καὶ ὡς εὔσπλαγχνός μοι δός, δάκρυα κατανύξεως.

Μὴ βδελύξῃ με Σωτήρ, μὴ ἀποῤῥίψῃς τοῦ σοῦ προσώπου,

ἆρον τὸν κλοιόν, ἀπ᾽ ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας,

καὶ ὡς εὔσπλαγχνός μοὶ δός, παραπτωμάτων ἄφεσιν.

Τὰ ἑκούσια Σωτήρ, καὶ τὰ ἀκούσια πταίσματά μου,

καὶ τὰ φανερά, καὶ κρυπτὰ καὶ γνωστά, καὶ ἄγνωστα πάντα,

συγχωρήσας ὡς Θεός, ἱλάσθητι, καὶ σῶσόν με.

Ἐκ νεότητος Σωτὴρ τὰς ἐντολάς σου παρωθησάμην,

ὅλον ἐμπαθῶς, ἀμελῶν ῥᾳθυμῶν, παρῆλθον τὸν βίον,

διὸ κράζω σοὶ Σωτήρ, κἄν ἐν τῷ τέλει, σῶσόν με.

Τὴν οὐσίαν τῆς ψυχῆς, καταναλώσας τῇ ἁμαρτίᾳ,

ἔρημός εἰμι ἀρετῶν εὐσεβῶν, λιμώττων δὲ κράζω,

ὁ ἐλέους χορηγός, προφθάσας σὺ με οἴκτειρον.

Σοὶ προσπίπτω Ἰησοῦ, ἡμάρτηκά σοὶ, ἱλάσθητί μοί,

ἆρον τὸν κλοιὸν ἀπ' ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας,

καὶ ὡς εὔσπλαγχνος Θεός, μετανοοῦντα δέξαι με.

Μὴ εἰσέλθης μέτ' ἐμοῦ, ἐν κρίσει φέρων μου τὰ πρακτέα,

λόγους ἐκζητῶν, καὶ εὐθύνων ὁρμῶν, ἄλλ᾽ ἐν οἰκτιρμοῖς σου,

παρορῶν μου τὰ δεινά, σῶσόν με Παντοδύναμε.

Ἕτερος Κανών

τῆς Ὁσίας Μαρίας τῆς Αἰγυπτίας,

εἰς τόν αὐτόν Ἦχον καί Εἱρμόν, οὗ ἡ Ἀκροστιχίς.

Σύ ἡ ὁσία Μαρία βήθει.

Ὁσία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Σὴν μοὶ δίδου φωταυγῆ, ἐκ θείας ἄνωθεν προμηθείας,

χάριν ἐκφυγεῖν, τῶν παθῶν σκοτασμόν, καὶ ᾆσαι προθύμως,

τοῦ σοῦ βίου τὰ τερπνά, Μαρία διηγήματα.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Ὑποκύψασα Χριστοῦ, τοὶς θείοις νόμοις, τούτω προσῆλθες,

τὰς τῶν ἡδονῶν ἀκαθέκτους ὁρμᾷς, λιποῦσα καὶ πᾶσαν,

ἀρετὴν πανευλαβῶς, ὡς μίαν ἑκατώρθωσας. 

Τοῦ Ἁγίου Ἀνδρέου

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Ἱκεσίαις σου ἡμᾶς, Ἀνδρέα ῥῦσαι παθῶν ἀτίμων,

καὶ τῆς βασιλείας, νῦν Χριστοῦ κοινωνούς, τοὺς πίστει καὶ πόθῳ,

ἀνυμνούντάς σε κλεινέ, ἀνάδειξον δεόμεθα.

Δόξα Πατρί καί Υἱῷ καί Ἁγίῳ Πνεύματι

Ὑπερούσιε Τριάς, ἡ ἐν Μονάδι προσκυνουμένη, ἆρον τὸν κλοιόν,

ἀπ᾽ ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας,

καὶ ὡς εὔσπλαγχνός μοι δός, δάκρυα κατανύξεως.

Καὶ νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον.

Θεοτόκε ἡ ἐλπίς, καὶ προστασία τῶν σὲ ὑμνούντων,

ᾆρον τὸν κλοιόν, ἀπ' ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας,

καὶ ὡς Δέσποινα ἁγνή, μετανοοῦντα δέξαι με.

 

Ὠδὴ β'. Ὁ Εἱρμὸς.

«Πρόσεχε, οὐρανὲ καὶ λαλήσω, καὶ ἀνυμνήσω Χριστόν,

τὸν ἐκ Παρθένου σαρκί, ἐπιδημησαντα». (Δίς)

 

Τροπάρια

Πρόσεχε, οὐρανέ, καὶ λαλήσω. γῆ ἐνωτίζου φωνῆς,

μετανοούσης Θεῷ, καὶ ὑμνούσης αὐτόν.

Πρόσχες μοι, ὁ Θεὸς ὡς οἱκτίρμων, ἱλέῳ ὄμματί σου,

καὶ δέξαι μου, τὴν θερμὴν ἐξομολόγησιν.

Ἡμάρτηκα, ὑπὲρ πάντας ἀνθρώπους, μόνος ἡμάρτηκά σοι.

ἀλλ' οἴκτειρον ὡς Θεός, Σωτὴρ τὸ ποίημά σου.

Ζάλη με, τῶν κακῶν περιέχει, ἀλλὰ εὐσπλάγχνῳ ῥοπῇ

καθὼς τῷ Πέτρῳ κᾀμοί, τὴν χεῖρα ἔκτεινον.

Δάκρυα, ὡς ἡ Πόρνη Οἰκτίρμον, προβάλλομαί σοι Χριστέ.

Ἱλάσθητί μοι Σωτήρ, τῇ εὐσπλαγχνίᾳ σου.

Ἠμαύρωσα, τῆς ψυχῆς τὸ ὡραῖον, ταὶς τῶν παθῶν ἡδοναίς,

καὶ ὅλως ὅλον τὸν νοῦν, χοῦν ἀπετέλεσα.

Διέῤῥηξα, τὴν στολήν μου τὴν πρώτην, ἣν ἐξυφάνατό μοι,

ὁ Πλαστουργὸς ἐξ ἀρχῆς, καὶ ἔνθεν κεῖμαι γυμνός.

Ἐνδέδυμαι, διεῤῥηγμένον χιτῶνα, ὃν ἐξυφάνατό μοί,

ὁ ὄφις τῇ συμβουλῇ, καὶ καταισχύνομαι.

Προσέβλεψα, τοῦ φυτοῦ τὸ ὡραῖον, καὶ ἡπατήθην τὸν νοῦν,

καὶ ἔνθεν κεῖμαι γυμνός, καὶ καταισχύνομαι.

Ἐτέκταινον, ἐπὶ τὸν νῶτόν μου πάντες, οἱ ἀρχηγοὶ τῶν παθῶν,

μακρύνοντες κατ' ἐμοῦ τὴν ἀνομίαν αὐτῶν.

Ἀπώλεσα, τὸ πρωτόκτιστον κάλλος, καὶ τὴν εὐπρέπειάν μου,

καὶ ἄρτι κεῖμαι γυμνός, καὶ καταισχύνομαι.

Κατέῤῥαψε, τοὺς δερματίνους χιτῶνας, ἡ ἁμαρτία κᾀμοί,

γυμνώσασά με τῆς πρίν, θεοϋφάντου στολῆς.

Περίκειμαι, τὸν στολισμὸν τῆς αἰσχύνης, καθάπερ φύλλα συκῆς,

εἰς ἔλεγχον τῶν ἐμῶν, αὐτεξουσίων παθῶν.

Ἐστόλισμαι, κατεστιγμένον χιτῶνα, καὶ ᾑμαγμένον αἰσχρῶς,

τῇ ῥύσει τῆς ἐμπαθοῦς, καὶ φιληδόνου ζωῆς.

Ἐσπίλωσα, τὸν τῆς σαρκός μου χιτῶνα, καὶ κατεῤῥύπωσα,

τὸ κατ' εἰκόνα Σωτήρ, καὶ καθ' ὁμοίωσιν.

Ὑπέπεσα, τῇ τῶν παθῶν ἀλγηδόνι, καὶ τῇ ἐνύλῳ φθορᾶ.

καὶ ἔνθεν νῦν ὁ ἐχθρός, καταπιέζει με.

Φιλόϋλον, καὶ φιλοκτήμονα βίον, τῆς ἀκτησίας Σωτήρ,

προκρίνας νῦν τὸν βαρύν, κλοιὸν περίκειμαι.

Ἐκόσμησα, τὸν τῆς σαρκὸς ἀνδριάντα, τη τῶν αἰσχρῶν λογισμῶν,

ποικίλῃ περιβολή, καὶ κατακρίνομαι.

Τῆς ἔξωθεν, ἐπιμελῶς εὐκοσμίας, μόνης ἐφρόντισα,

τῆς ἔνδον ὑπεριδῶν, θεοτυπώτου σκηνῆς.

Μορφώσας μου, τὴν τῶν παθῶν ἀμορφίαν,

ταῖς φιληδόνοις ὁρμαῖς, ἐλυμῃνάμην τοῦ νοῦ τὴν ὡραιότητα.

Κατέχρωσα, τῆς πρὶν εἰκόνος τὸ κάλλος, Σῶτερ τοῖς πάθεσιν.

ἀλλ' ὡς ποτὲ τὴν δραχμήν, ἀναζητήσας εὑρέ.

Ἡμάρτηκα, ὥσπερ ἡ Πόρνη βοῶ σοι, μόνος ἡμάρτηκά σοι.

ὡς μύρον δέχου Σωτὴρ κᾀμοῦ τὰ δάκρυα.

Ὠλίσθησα, ὡς ὁ Δαυΐδ ἀκολάστως, καὶ βεβορβόρωμαι,

ἀλλ' ἀποπλύναις κᾀμέ, Σωτὴρ τοῖς δάκρυσι.

Ἱλάσθητι, ὡς ὁ Τελώνης βοῶ σοί, Σῶτερ ἱλάσθητί μοι.

οὐδεὶς γὰρ τῶν ἐξ Ἀδάμ, ὡς ἐγὼ ἥμαρτέ σοι.

Οὐ δάκρυα, οὐδὲ μετάνοιαν ἔχω, οὐδὲ κατάνυξιν.

αὐτὸς μοι ταῦτα Σωτήρ, ὡς Θεὸς δώρησαι.

Τὴν θύραν σου, μὴ ἀποκλείσῃς μοι τότε, Κύριε, Κύριε.

ἀλλ' ἄνοιξόν μοι αὐτὴν μετανοοῦντί σοι.

Φιλάνθρωπε, ὁ πάντας θέλων σωθῆναι, σὺ ἀνακαλέσαί με,

καὶ δέξαι ὡς ἀγαθός, μετανοοῦντά με.

Ἐνώτισαι, τοὺς στεναγμοὺς τῆς ψυχῆς μου,

καὶ τῶν ἐμῶν ὀφθαλμῶν, προσδέχου τοὺς σταλαγμούς. Σωτὴρ καὶ σῶσόν με.

Θεοτοκίον.

Ἄχραντε, Θεοτόκε Παρθένε, μόνη πανύμνητε,

ἱκέτευε ἐκτενῶς, εἰς τὸ σωθῆναι ἡμᾶς.

Εἱρμὸς ἄλλος.

«Ἴδετε ἴδετε, ὅτι ἐγὼ εἰμι Θεός, ὁ μάννα ἑπομβρήσας,

καὶ τὸ ὕδωρ ἐκ πέτρας, πηγάσας πάλαι ἐν ἐρήμῳ τῷ λαῷ μου,

τῇ μόνῃ δεξιᾷ, καὶ τῇ ἰσχύϊ τῇ ἐμῇ».

Ἴδετε ἴδετε, ὅτι ἐγὼ εἰμι Θεός. ἐνωτίζου ψυχή μου,

τοῦ Κυρίου βοῶντος. καὶ ἀποσπάσθητι τῆς πρώτης ἁμαρτίας,

καὶ φοβοῦ ὡς δικαστήν, καὶ ὡς κριτὴν καὶ Θεόν.

Τίνι ὡμοιώθης, πολυαμάρτητε ψυχή; εἴ μὴ τῷ πρώτῳ Κάϊν,

καὶ τῶ Λάμεχ ἐκείνῳ, λιθοκτονήσασα τὸ σῶμα κακουργίαις,

καὶ κτείνασα τὸν νοῦν, ταις παραλόγοις ὁρμαις.

Πάντας τοὺς πρὸ νόμου, παραδραμοῦσα ὦ ψυχή, τῷ Σὴθ οὐχ ὡμοιώθης,

οὐ τὸ Ἐνὼς ἐμιμήσω,οὐ τὸν Ἐνὼχ τῇ μεταθέσει, οὐ τὸν Νῶε.

ἀλλ' ὤφθης πενιχρά, τῆς τῶν δικαίων ζωῆς.

Μόνη ἐξήνοιξας, τοὺς κατάῤῥάκτας τῆς ὀργῆς, τοῦ Θεοῦ σου ψυχή μου,

καὶ κατέκλυσας πᾶσαν, ὡς γῆν τὴν σάρκα, καὶ τὰς πράξεις, καὶ τὸν βίον.

καὶ ἔμεινας ἐκτός, τῆς σωστικῆς Κιβωτοῦ.

Ἄνδρα ἀπέκτεινα, φησίν, εἰς μώλωπα ἐμοί, καὶ νεανίσκον εἰς τραῦμα,

Λάμεχ θρηνῶν ἐβόα. σὺ δὲ οὐ τρέμεις ὦ ψυχή μου,

ῥυπωθεῖσα, τὴν σάρκα καὶ τὸν νοῦν, κατασπιλώσασα.

Ὧ πῶς ἐζήλωσα, Λάμεχ τὸν πρώην φονευτήν, τὴν ψυχὴν ὥσπερ ἄνδρα,

τὸν νοῦν ὡς νεανίσκον, ὡς ἀδελφόν μου δέ μου τὸ σῶμα ἀποκτείνας,

ὡς Κάϊν ὁ φονεύς, ταῖς φιληδόνοις ὁρμαῖς!

Πύργον ἐσοφίσω, οἰκοδομῆσαι, ὦ ψυχή, καὶ ὀχύρωμα πῆξαι,

ταῖς σαῖς ἐπιθυμίαις, εἰ μὴ συνέχεεν ὁ Κτίστης τὰς βουλάς σου,

καὶ κατέαξεν εἰς γῆν, τὰ μηχανήματά σου.

Τέτρωμαι, πέπληγμαι. ἰδοὺ τὰ βέλη τοῦ ἐχθροῦ, τὰ καταστίξαντά μου,

τὴν ψυχὴν καὶ τὸ σῶμα. ἰδοὺ τὰ τραύματα, τὰ ἕλκη, αἱ πυρώσεις,

δηλοῦσι  τὰς πληγάς, τῶν αὐθαιρέτων μου παθῶν.

Έβρεξε Κύριος, παρὰ Κυρίου πῦρ ποτέ, ἀνομίαν ὀργῶσαν,

πυρπολήσας Σοδόμων. σὺ δὲ τὸ πῦρ ἐξέκαυσας τὸ τῆς γεέννης,

ἐν ᾧ μέλλεις ψυχή, συγκατακαίεσθαι πικρῶς.

Γνῶτε καὶ ἴδετε, ὅτι ἐγὼ εἰμι Θεός, ὁ ἐρευνῶν καρδίας,

καὶ κολάζων ἐννοίας, ἐλέγχων πράξεις, καὶ φλογίζων ἁμαρτίας,

καὶ κρίνων ὀρφανόν, καὶ ταπεινὸν καὶ πτωχόν.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Ἥπλωσας χεῖράς σου, πρὸς τὸν οἰκτίρμονα Θεόν, Μαρία ἐν ἀβύσσῳ,

κακῶν βυθιζομένη. καὶ ὡς τῶ Πέτρῳ φιλανθρώπως χεῖρα βοηθείας,

ἐξέτεινε τὴν σήν, ἐπιστροφὴν πάντων ζητῶν.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Ὅλῃ προθυμίᾳ, πόθῳ προσέδραμες Χριστῶ, τὴν πρὶν τῆς ἁμαρτίας,

ὁδὸν ἀποστραφεῖσα, καὶ ἐν ἐρήμοις ταῖς ἀβάτοις τρεφομένη,

καὶ τούτου καθαρῶς, τελοῦσα θείας ἐντολάς.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Ἴδωμεν ἴδωμεν, φιλανθρωπίαν ὦ ψυχή, τοῦ Θεοῦ καὶ Δεσπότου.

διὰ τοῦτο πρὸ τέλους, αὐτῷ σὺν δάκρυσι, προσπέσωμεν βοῶντες.

Ἀνδρέου ταῖς λιταῖς, Σῶτερ ἐλέησον ἡμᾶς.

Δόξα Πατρί καί Υἱῷ καί Ἁγίῳ Πνεύματι.

Ἄναρχε ἄκτιστε, Τριὰς ἀμέριστε Μονάς, μετανοοῦντά με δέξαι,

ἡμαρτηκότα σῶσον. σὸν εἰμι πλάσμα, μὴ παρίδῃς,

ἀλλὰ φεῖσαι καὶ ῥῦσαι, τοῦ πυρὸς τῆς καταδίκης με.

Καὶ νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον.

Ἄχραντε Δέσποινα, Θεογεννῆτορ ἡ ἐλπίς, τῶν εἰς σὲ προστρεχόντων,

καὶ λιμὴν τῶν ἐν ζάλῃ, τὸν ἐλεήμονα καὶ Κτίστην καὶ Υἱόν σου,

ἰλέωσαι κᾀμοί, ταὶς ἱκεσίαις ταῖς σαῖς.

Ὠδὴ γ'. Ὁ Εἱρμὸς.

«Ἐπὶ τὴν ἀσάλευτον Χριστέ, πέτραν τῶν ἐντολῶν σου,

τὴν Ἐκκλησίαν σου στερέωσον».

Τροπάρια.

Πῦρ παρὰ Κυρίου ψυχή, Κύριος ἐπιβρέξας,

τὴν γῆν Σοδόμων πρὶν κατέφλεξεν.

Εἰς τὸ ὄρος σώζου ψυχή, ὥσπερ ὁ Λὼτ ἐκεῖνος,

καὶ εἰς Σηγὼρ προανασώθητι.

Φεῦγε ἐμπρησμὸν ὦ ψυχή, φεῦγε Σοδόμων καῦσιν,

φεῦγε φθορὰν θείας φλογώσεως.

Ἐξομολογοῦμαί σοὶ Σωτήρ. Ἥμαρτὸν  ἥμαρτον σοὶ.

ἄνες ἄφες μοι, ὡς εὔσπλαγχνος.

Ἡμαρτὸν σοι μόνος ἐγώ, ἥμαρτον ὑπὲρ πάντας,

Χριστὲ Σωτὴρ μὴ ὑπερίδῃς με.

Σὺ εἶ ὁ Ποιμὴν ὁ καλός. ζήτησόν με τὸν ἄρνα,

καὶ πλανηθέντα μὴ παρίδῃς με.

Σὺ εἶ ὁ γλυκὺς Ἰησοῦς, σὺ εἶ ὁ Πλαστουργός μου.

ἐν σοὶ Σωτὴρ δικαιωθήσομαι.

Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον ἡμᾶς.

Ὤ Τριὰς Μονὰς ὁ Θεός, σῶσον ἡμᾶς ἐκ πλάνης,

καὶ πειρασμῶν καὶ περιστάσεων.

Θεοτοκίον.

Χαῖρε θεοδόχε Γαστήρ, χαῖρε θρόνε Κυρίου,

χαῖρε ἡ Μήτηρ τῆς ζωῆς ἡμῶν.

Ἄλλος Εἱρμὸς.

«Στερέωσον Κύριε, ἐπὶ τὴν πέτραν τῶν ἐντολῶν σου,

σαλευθεῖσαν τὴν καρδίαν μου. ὅτι μόνος,

Ἅγιος ὑπάρχεις καὶ Κύριος». (Δίς)

Πηγὴν ζωῆς κέκτημαι, σὲ τοῦ θανάτου τὸν καθαιρέτην,

καὶ βοῶ σοι ἐκ καρδίας μου, πρὸ τοῦ τέλους.

Ἥμαρτον ἱλάσθητι σωσόν με.

Τοὺς ἐπὶ Νῶε Σωτήρ, ἠσελγηκότας ἐμιμησάμην,

τὴν ἐκείνων κληρωσάμενος, καταδίκην,

© Copyright 2025 Ιερά Αρχιεπισκοπή Κρήτης Top